Ancient Greek · ~4 min
Column 140
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 140
Not analysed yet
εἴρηται περὶ πάσης ἀρετῆς καὶ χυδαῖα καὶ φατικὰ κἆιτα μαχόμενα, καὶ πολλῶι μᾶλλον παρ' ἐνίοις. Οὐ μὴν ἀλλ' οὐδὲ καθὸ ποιηταὶ ταῦτ' εἰδεῖε ν ἂν, οὐχ ὅτι καθὸ μουσικοί, καὶ τοῖς διανοήμασιν, οὐ τοῖς μέλεσι καὶ ῥυθμοῖς ὠφελοῦσι· παρέλκεται δὲ ταῦτ' ἄλλως, μᾶλλον δὲ καὶ περισπᾶι συμπλεκόμενα πρὸς τὸ τοῖς διανοήμασιν παρακολουθεῖν. Ἥκουσα δέ τινων λεγόντων ὡς ἀγροικιζ ό μ εθα τὰ μέλη καὶ τοὺς ῥυθμοὺς ἄνευ σημασίας οἰομενοι λέγειν τινὰς φ ιλοσόφους ἢ τοὺς ἔμφρονας μουσικοὺς ἐπ' ἀρετὴν προτρέπειν, τῶν ἀνδρῶν τοὺς ἐμμελεῖς καὶ ἐνρύθμους λόγους ἀξιούντων τοῦτο προσφέρεσθαι*, Πλάτωνος δὲ καὶ διαρρήδην ὡς ἀπαιδεύτοις μαχομένου τοῖς φιλοποη τ α ῖ ς, κ α ὶ θαυμαζόντων εἰ τὸν κρουματοποιὸν μουσικὸν λέγομεν ἡμεῖς καὶ καταξιοῦμεν ἀσήμαντα διδάσκειν τοὺς μουσικούς, ἢ Πίνδαρον καὶ Σιμωνίδην καὶ τ οὺς ἅπαντας μελοποιοὺς οὐ θέλομεν καλεῖν μουσικούς. Ἐγὼ δὲ τοὺς τοιούτους ἀπερρυηκέναι τῆς ἐπιφορᾶς νομίζω, καὶ μικραδ ικητὰς ὑπείληφα καὶ πρὸς νοῦν οὐδὲν λέγοντας· τὸ μὲν πρῶτον, ὅτι τωτνην ε τ ουπεριχ ε ν ο σητ τὰ μέλη καὶ τοὺ ς ῥυθμοὺς γμα μν αι