Ancient Greek · ~5 min
Column 141
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 141
Not analysed yet
ταῦτ' ἐστὶν τὰ κινητικὰ τῶν παθῶν, καὶ τὰ γένη τῶν ἁρμονιῶν, ἀλλὰ δ ὴ καὶ τῶν ὀργάνων, ὡς αἵ τε πίστεις καὶ κοινῶς οἱ λόγοι διασαφοῦσιν αὐτῶν, ἐν οἷς τὰ πολλὰ μὲν οὐδὲ παρεφάπτονται τῶν διανοημάτων, ἔστιν δ' ὅτε μιμνησκόμεν οι τὸ γινόμενον ὑφ' ἑκατέρου διασαφοῦσιν· ὥστε βέλτιον ἦν αὑτῶν τινα λέγειν δόξαν εἶναι ταύτην καὶ μὴ τὰς ἰδίας ἀγχινοίας ἐκείνοις συνάπτοντ ας ἡμᾶς ἀγροίκους προσαγορεύειν. Τὸ δὲ δεύτερον, ὅτι τοῦτ' ἐνόμισαν ἀποχρῆν τοῖς περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς πραγματευομένοις, εἰ τὰ γινόμενά ποτε περιχρείσματα τῶν π α ιδευόντων καὶ παρορμώντων καὶ συνεργούντων πρὸς ἀρετὴν ἐπιγινώσκοιεν. Τὸ δὲ τρίτον, ὅτι τ ὸ τὰ ση μαινόμενα διὰ τῶν φ ωνῶν οὐδέποτ' ἠθέτησαν καὶ τα ῦτα ποιεῖν· εἰ δ' οὗτοι νομίζουσιν αὐτοὶ τοὺς πάντας ἀγνοῆσαι, παρεληλύθασιν ἀλογήματα ποτὲ μὲν περιχρειό μενα, ποτὲ δὲ καθ' αὑτὰ προιέμεν', ἃ τοτὲ μὲν καθ' αὑτά φαμεν, τοτὲ δὲ ἀπὸ τῶ ν λόγων οἷς συμπλέκεται δια λαμβανόμενα, μηθὲν π οιεῖν τῶν ὑπονοουμένων . Εἰ δὲ μὴ πρότερον, ο ἱ α θοι γο ι νῦν ἡμῖν ὑποδε ν ταπεισο νον λοιδοριτοε διαι τ εω ὅταν συμ η τοῖς ς ταμ ιναφ απ ικοῖς