Ancient Greek · ~4 min
Column 147
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 147
Not analysed yet
ὅμοια δοξαζόντων ὅτι τὰ γο ερὰ τὰς ψυχὰς ἐλεήμονας καὶ συμπαθεῖς καὶ ὅλως ἡμέρους ἀντὶ τῶν ἠναντιω μένως διακειμένων καταστήσει*· μάταιον γὰρ ἀντιμωραίνειν, ἐναργοῦς ὄντος ὡς οὐ μᾶλλον ὀσμῶν καὶ χυλῶν μέλη ταῦθ ἅ φα σιν ἐργάζεται τῆ ιδε τἀντικείμενα. Κατέψευσται δὲ παρ' οἷς λέγειται καὶ τὸ μόνην τῶν τεχνῶν πᾶν γένος ὠφελεῖν*· καὶ γὰρ γεωργία καὶ ὑφαντικὴ καὶ οἰκοδομικὴ καὶ πολιτικὴ καὶ πλ είους ἄλλαι· καὶ τὰς μὲν ὠφελεῖν ἄν τις εἴπειεν δικαίως ἀναγκαίοις κακοῖς βοηθούσας, τὴν δὲ τέρπειν μόνον φυσικῶς, οὐκ ἀναγκαίως . Καὶ κατὰ τὸν λόγον ἡ φιλοσοφία, σπανίους ὠφελοῦσα, καὶ μουσικῆς καὶ πολλῶ ν ἐμπειριῶν φαύλων γίνεται χείρων . Εὔηθες δὲ καὶ τοῖς μαθοῦσιν ἀπισχυρίζεσθαι π ερα ὶ τοῦ μεγαλωφελοῦς αὐτῆς, ὅτι καὶ πᾶσι καὶ τοῖς παισὶ μεταδιδόασι· καὶ γὰρ ἀλαζονεύεσθαι δύνανται καὶ πεπλανῆσθαι*· καὶ πολλοὶ λέγουσι μηδὲν ἐπηνωρθῶσ θ α ι καὶ τοὺ ς ὑεῖς (οὐδ' ὑ ε ῖς ἡ γοῦν τ α ι’, πολλοὶ δ' ,ὅτι νομίζε ται π ροσήκειν αὐτῆς μεταλαμβάνειν τοὺς χ α ρίεντας, καὶ μετειληφέναι π νον μο κναασι ως