Ancient Greek · ~4 min
Column 150
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 150
Not analysed yet
δευον θαυμάζειν καὶ ἐπιτηδεύειν μάταιον, ὑπὸ τε ποητῶν παραδεδομένον, οὐκ ἔστιν πισ τόν*· εἰ δὲ μή γ' ,ἐχρῆν τὰς αἰτ ίας δι' ἃς ἐδ ιδάσκοντο τὴν μουσικὴν λέγειν, καὶ προσεμφανίζειν ὡς εὕλογοι . Φαινονται δ' οὖν οἱ μὲν μουσικοὶ γεγενότες οὐκ εὐγενεῖς οὐδ' εὐτυχεῖς, ἀλλὰ δημιουργοί τινες καὶ λειτουργοὶ παρὰ τὰς εὐωχίας, εἰ μή τινας ἔπλασαν οἱ ταῦτα διαπονήσαντεσ*, τῶν δὲ μεγάλων εἷς τις ἢ δεύτερος ὅσον μέτριον* κιθάραι καὶ μελωιδίαι χρώμενος, ἅπαντες δὲ παραδεχόμενοι ταῦτα διὰ τέρψιν· τὰς γὰρ τῶν ἀγαθῶν ἀνδρῶν πράξεις κα ὶ τἆλλα διανοήματ' αἴ τιον ἕτερον ἔχει *Δημόκριτος μὲν τοίνυν, ἀνὴρ οὐ φυσιολογώτατος μόνον τῶν ἀρχαίων, ἀλλὰ καὶ τῶν ἱστορουμένων οὐδενὸς ἧττο ν πολυπράγμων, μουσικήν φησι νεωτέραν εἶναι, καὶ τὴν αἰτίαν ἀποδίδωσι λέγων μὴ ἀπ' ἐκείνο υ τἀναγκαῖον, ἀλλὰ ἐκ τοῦ περιεῦντος ἤδη γ ενέσθαι· πλήν, κ ἂ ν ἀρ χαιοτάτη δοθῆι, τε φέρειν τι ταυτ ει* καθ ιςτατο δυ