Ancient Greek · ~3 min
Column 12
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 12
Not analysed yet
διαστέλλειν καὶ αὐτὸ τὸ ποιεῖν οὐδὲν ἂν ἐλάττω λαβεῖν μερίδα, ἀλλὰ καὶ πλείω τὸ εἰς τοῦτο, ταὐτὸν ὑπακούω λέγειν τῶι πλεῖον ἰσχύειν ἐν ποιητικῆι τὸ πεποιημένον εἶναι τοῦ τὰ διανοήματ' ἔχειν πολυτελῆ. τῶν τοίνυν παρὰ τῶι Φιλομήλωι γεγραμμένων, οἱ μὲν οἰόμενοι τὸν ἐν τοῖς μύθοις καὶ ταῖς ἄλλαις ἠθοποιίαις κἀν τῆι λέξει παραπλησίως ὁ μ α λ ίζοντα ποητὴν ἄριστον εἶναι λέγουσι μὲν ἴσως ἀληθές τι, τὸν δὲ ποητὴν τὸν ἀγαθὸν οὐ διορίζουσι. καὶ γὰρ μιμογράφου καὶ ἀρεταλόγου ἤ που συνγραφέως ἀρετὴν ἄν τις ἐκθ εῖτο ταύτην. καὶ τὸ παραπλησίως ἀναγκαῖα τήν τε λέξιν εἶναι καὶ τὰ πράγματα λόγον ἔχει. Πραξιφάνης δ' ἕτερα μέν τινα λέγει περὶ τῆς ἀρετῆς ἐν τῶι πρώτωι περὶ ποιημάτων, εἰ δ' ἐνίοτε καὶ π ραγμάτων ὄντων ι ε ἐνεῖναι ἕτερα δὲ Δημήτριος ὁ Βυζάντιος πάλιν