Ancient Greek · ~3 min
Column 13
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 13
Not analysed yet
ἔγραψεν, ἐπεὶ δέ φησιν ὅτι τὸ καλὸν πόημα νοηθῆναι δεῖ πρῶ τον ἀστεί ως, εἶτα δὲ λόγους λαβεῖν μὴ παρηλλαγμένους τῶν ὑποτεταγμένων, ἔσχατον δὲ τὴν τῆς λέξεως ἐξεργασίαν καλῶς συνκεῖσθαι ριζ της δον π ροσυπακουέσθω ταῦτα τοῖς ὑπ' αὐτοῦ γεγραμμένοις ὡς κεφαλαιώδη. τὸ γὰρ ὑπολαμβάνειν ὡς ἀποχαράττει ταῦτα τὸν ἀγαθὸν ποιητὴν ὑπερηλίθιόν ἐστιν· οὔτε οὖν τί ἐστι τὸ καλὸν πόημ' ἀναζητεῖ, μᾶλλον οὐδὲ τί κυριώτερον αὐτοῦ καὶ τί λειπόμενον, ἀλλὰ τί χρῆ πρῶτον αὐτοῦ γενέσθαι καὶ τί δεύτερον καὶ τί τελευτ α ῖον ἀπαγγέλλει, δύναται δὲ πᾶσιν ἁπλῶς τοῖς ενοις ἐφαρμόττειν. νοηθῆναι γὰρ αὐτὰ δεῖ καλῶς. καὶ λόγους οἰκείους λαβεῖν καὶ κατὰ τὴν λέξιν ἐξεργασθ ῆναι καλῶς ἀλλὰ μὴν ὅ γε Νεοπτόλεμος οὐκ ὀρ θῶς ἔδοξε τὴν σύνθεσιν τῆς λέξεως τῶν