Ancient Greek · ~3 min
Column 14
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 14
Not analysed yet
διανοημάτων χωρίζειν, οὐδὲν ἥττω μερίδα λέγων αὐτὴν ἢ πλείω, καθάπερ ἐπενοήσαμεν. ἀτόπως δ ὲ καὶ τὸν τὴν τέχνην κ αὶ τὴν δ ύναμιν ἔχοντα τὴ ν ποιητικὴν εἶδος παρίστη σ ι τῆς τέχνης μετὰ τοῦ ποήματος καὶ τῆς ποήσεως. πῶς δὲ καὶ ταῦτα; μᾶλλον γὰρ ἐχρῆν τὰς διαθ έσεις ποιήσεις ἐπικαλεῖν, ἔτι δὲ βέλτιον ἔργα τὰ ποήματα, τὰς δὲ ποιήσεις οἷον ὕφη, ποιητὴ ν δὲ τὸν τὴν δύναμιν ἔχοντα καὶ ἀπὸ ταύτης ἐργαζόμενον. εἰ δὲ τὴν ἐργασίαν ποιητικὴν καλεῖ ,τῆς τέχνης οὕτω προσαγορευομένης, ἀγνοεῖ. καὶ ταύτης εἶδος λέγειν τὸν ποιητὴν καταγέ λαστον. θ αυμαστὸν δ' αὐτοῦ καὶ τὸ τῆς ποήσεως εἶναι τὴν ὑπόθεσιν μ όνον, καὶ τοῦ ποήματος καὶ πάντων ὅλως τῆς ποήσεως ὄντων. ἡ μὲν γ ὰρ πόησις καὶ πόημά γ' ἐστιν, οἷον ἡ Ἰλιάς, οἱ δὲ πρῶτοι στίχοι τριάκοντα ταύτης πόημα μέν, οὐ μέντοι ποί