Ancient Greek · ~3 min
Column 17
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 17
Not analysed yet
λόγων ὅτι δ ι αθέτης ἐ στὶ καὶ πε ρ ιπετὴς καὶ πρόχειρος καὶ ἀπίεστος κ αὶ ψευδολόγος οὐκ ἂν ἀρνησαίμην. τί γὰρ τὸ καθάπερ σοφὸν τοῖς ἀστείοις καὶ φαύλοις ποιήμασιν ἀντιδιαστείλασθαι τὰ μήτ' ἀστεῖα μήτε φαῦλα, τί δὲ τὸ λέγειν ἀστεῖα τὰ καὶ τὴν σύνθεσιν ἀστείαν ἔχοντα κ αὶ τὴν διάνοιαν σπουδαίαν, τί δὲ διάνοιαν σπουδαίαν τὸ πλεῖον ὅταν ἀποφαίνωνται διανοίας ἀστείας καὶ πράξεις ἢ τῶν εἰς παιδε ίαν ἐν τεινόντων, οὐ γεγραφότος τινὸς τῶν ποιητῶν τοιαύτας περιέχοντ α π οήματα διανοίας ο ὔτ' ἂν γράψοντος; ὁ δ' εἰπὼν οὐ μόνον ταῦτα λαμβάνειν, ἀλλὰ καὶ ὅταν ἰδίως πρὸς τὰ πράγμαθ' εὑρησιλογῶνται, καθ' ὃν λ όγον, φησί, καὶ τῶν Ἀντιμάχου ἐροῦμέν τινα παιδευτικά μολ ι ς καὶ πε ν καὶ μετὰ συνγνώμης τὰ Ὁμήρου καὶ Ἀρχιλόχου χρηστὰ ποιήμα