Ancient Greek · ~3 min
Column 18
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 18
Not analysed yet
τα λεγόντων ἡμ ῶν, τὰ δὲ σοφὰς ἔ χοντα καὶ παιδευτι κὰς ἀναμφιλέκτως καί που μᾶλλον, ἴσως δὲ καὶ κυρίως, ἐκείνων καταχρηστικῶς προσαγορευομένων. καὶ δὴ γὰρ τὸ χρηστὸν καὶ σπουδαῖον καὶ ἀστεῖον τῶν διανοιῶν καὶ τῶν σ υνθέσε ων καὶ τῶν ποιημάτων ὡμολόγησεν ἂν κατηγορεῖν τῶν μὲν κυρίως, τῶν δὲ καταχρηστικῶς. πῶς δ' οὐ κατάχρυσον τὸ τούτοις παρατιθέναι διότι τὰ τὴν μὲν σύνθεσιν ἔχοντα σπουδαίαν, τὴν δὲ διάνοιαν ἀλλόκοτον καὶ παρεκβεβηκυῖαν τὸν κοινὸν νοῦν, ταῦτ' ἔστιν ἀχρεῖα, καθάπερ τὰ κνημῖδας μὲν πρῶτα περὶ κνήμηι σιν ἔθεκεν; εἴρητο γὰρ, οἶμαι, τὸ μὴ σπουδαίαν καὶ τὸ φαύλην, τὸ δ' ἀλλόκοτον οὐδέπ' εἴρετο. καὶ τίς ἂν καθ εστηκὼς ποιήματ' Ἀντιμάχου φήσαιεν ιδιω καὶ μετα μενατο περιεχον ας τίς δ' ἂν τὴν