Ancient Greek · ~3 min
Column 20
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 20
Not analysed yet
γε, τίνα τὴν ἔχουσαν σοφὰς καὶ παιδευτικὰς ὑπέλειπεν δ ιανοίας καὶ ποῖα τῶν ἀρχαίων ὑπετίθει ποη μ άτων ταύτ ας περιέχειν; καθόλου δ' εἰ μὴ ταῦτα καλὰ ποήματα φήσει τις, παντελῶς οὐχ ὁρῶ τ ίνα φήσει. τέχ ν η ν μέντοι τὰ παραπλήσια τοῖς Ἀντιμάχου γινώσκω τινὰς λέγον τας. ε ε ροι ταῦτα –πᾶσα γὰρ ἐξουσία πᾶσιν ἐδόθη –λελέχθω. κατὰ τέχνην δὲ τὴν ἐπαιν ετὴν γέγραπται πόλεω ν αὐτοῖς καὶ τόπων οὕτως εὐαρμόστως ἐνόντων σὺν τῶι καὶ τὴν τάξιν διαφυλάττειν, ὃ κἂν ὠφέλιμόν τις εἴπειεν. λέγοντα δ' ἑπ ομένως, ὅσα μήτε τὴν σύνθεσιν μήτε τὴν διάνοιαν ἀστείαν ἔχει, μήτε ἀστεῖα μήτε φαῦλα εἶ ναι, μέμφομαι διότι τῶν τοιούτων οὐ παρέθεκεν ὑπόδειγμα. θαυμαστὸν γὰρ εἶναί μοι δοκεῖ τὸ σύνθεσιν ἔχον οὐκ ἀστείαν καὶ διάνοιαν οὐδ' ὅλως ποητικὴν οὐδ' ἀστείαν μὴ φαῦλον εἶναι. ἐ