Ancient Greek · ~3 min
Column 21
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 21
Not analysed yet
κεῖνα τοίνυν ἐπαινῶ, διότι τὰ τὴν μὲν διάνοιαν ἀστείαν ἔχοντα, κακὴν δὲ τὴν σύνθεσιν, μο χ θ ηρά ἐστι, καὶ διότι τὸ κακῶς συνκεῖσθαι πρὸς τὸ φαῦλον ἀπόχρη. τὸ δὲ π ρὸς τὸ σπουδαῖον μὴ ἀπ οχρῆν τὸ καλῶς, ἀλλὰ προσδεῖσθαι καὶ εὐφωνίας καὶ διανοίας καὶ πολλῶν ἄλλων επεν σ π α μοι φαίνεται ησθει τ καὶ συνεπενηνέχθαι ταῖς ἀγενήτοις εὐφωνίαις τῶν κριτικῶν. ἔτι δὲ μᾶλλον τό τινα τῶν ἀρχαίων κατά τι χρηστὰ ὄντα καὶ μάλιστα κατὰ τὴν σύνθεσιν καθάπαξ εἶναι φαῦλα. τοῦ γὰρ τὰ κατά τι σπουδαῖα καθάπαξ εἶναι φαῦλα γ' οὐδὲν ἀδιανοητότερον εὑρίσκω κατὰ τὴν συνήθειαν ἀκούων τῶν λεγομένων. ἀτοπώτερον δὲ τὸ λέγειν ὅσα παρὰ τὰς τέχνας ἔχει, κἂν ἀστείως ἦι συνκείμενα, φαῦλα εἶναι, καὶ μηδ' εἶναι σπουδαῖα καὶ ἀ στεῖα τὰ πλεῖστα τῶν ἀκροτάτων ποητῶν γεγραμμένα πα