Ancient Greek · ~3 min
Column 38
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 38
Not analysed yet
κ ιν αρετ ν ς ως τοὺς οὕτως πεποιηκότας ἀγνοεῖσθαι δεήσει κατὰ τὸν λόγον εἰ τὴν ἀρετὴν εἶχον τὴν τοῦ ποιητοῦ. κοινῶς δὲ τῆς ποιήσεως ὑπακουομένης, ὡς καὶ τῶν ἐπιγραμματοποιῶν καὶ Σαπφοῦς, ἐκεῖνος ταὐτὸν ἐρεῖ τῶι ποητὴν ἀγαθὸν εἶναι τὸν ποιημάτων καλῶν συνθέτην, ὃ καὶ πρὶν Θέογνιν γεγονέναι κατείχομεν. καὶ τῶν ἀξιούντων δ ὲ τὸ ἐν παντὶ γένει ποιήσεως τὸ πρέπον δύνασθαι τηρεῖν, καταγνωστέον ὅτι πολλὰ πρὸς τούτωι δεῖ τὸν ποιητὴν εἰσφέρεσθαι. καὶ διότι τὸ πρέπον, εἰ τὸ κατὰ σοφίαν λαμβάνουσιν, ἀγένητον καὶ ἀμήχανον ἀποδιδόασιν ἀρετήν, εἰ δὲ τὰ καθ' ἕκαστον πρόσωπον καὶ πρᾶγμα, καὶ οὕτως, διὰ τό τισιμ μὲν οἷον τ' εἶναι τὸ πρέπον φυλάξαι τὸν ποιητήν, τισὶν δὲ μήτ' εἰδέναι μήτ' ἂν δύνασθαι. εἰ δέ τι τῆι ποιήσει πρέπον λέγεται τῶν προτε