Ancient Greek · ~3 min
Column 37
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 37
Not analysed yet
πιφαινομένωι περιττῶι γέγονεν αὐτο ῖ ς. εἰ δ' ἔφη τις ἀρ ετὴν εἶναι ποιητοῦ τὸ δύνασθαι πᾶν ποίημα συνθεῖναι καλῶς, τὰ ζητούμεν' ἀνθωμολογεῖτο. τῆι γὰρ δυνάμει ζητοῦμεν, ἐπειδὰν τίς, ὁ σπουδαῖός ἐστιν ποιητὴς ἐξετάζωμεν, ὅπως τὰ ποιήματα συντιθεὶς καλῶς συντίθησιν· ὁ δὲ τὸν καλῶς φησιν. εἰ δὲ καὶ τὸ πᾶν γένος ποιήματος ἀξιοῖ ,παντελῶς ἀγένητον καταλείπει τὴν ἀρετήν. οὐθεὶς γὰρ ἐδυνήθη πᾶμ ποῆ σαι καλῶς. ὡς δ' ἐγὼ πείθομαι, καὶ ἀδύνατον· οὐδὲ γὰρ δύναιτ' ἄν. ἄλλως μὲν τοῦτ' οὐδ' ἐν μοναχῶι γένει διωμάλικέν τις ποιητής. εἰ δὲ τὸ δύνασθαι συνθε ῖναι ποίησιν ἀρετὴν ἔχουσαν, ἧττομ μὲν ἀτόπως, ἀλλὰ προγινώσκειν ἡμᾶς δεήσε ι τίς ποτ' ἀρετὴ ποιήσεως, ἧς θεωρηθείσης φανερὸς ὁ ταύτην ποιῶν ὅτι σπουδαῖος, καὶ τελείου ποιητοῦ φήσα ι μ ε ν ἂν ταύτην ἀρετὴν