Ancient Greek · ~3 min
Column 7
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 7-2
Not analysed yet
τὸ βέλτιστον, πῶς ἅμα τοῦτο και ἐλάχι σ τον; πῶς δὲ βέλτιον ἐνάργεια καὶ συντομία τῶν ἄλλων τῶν τῆι ποητικῆι προσηκόντων; τίς δ' ἀνάγκη τὸ πραττόμενον ἐναργῶς καὶ πιθανῶς ἀπαγγέλλεσθαι, πολλῶν οὐ μόνον ψευδῶν, ἀλλὰ καὶ μυθοδεστάτων ἐναργέστατα παρὰ τοῖς ποιηταῖς ἀπαγγελλομένων; τὸ δὲ ταῦτα ἀμφότερα τῆς τέχνης εἶναι καὶ τοῦ ποιητοῦ πῶς ἀπορίας ἄξιόν ἐστιν; ἴδιομ μὲν γὰρ οὔκ ἐστιν, ἀλλὰ καὶ πεζογρά φ οι συντομίαν καὶ ἐνάργειαν κατασκευάζουσιν. πλὴν διὰ τῆς τέχνης καὶ ὑπὸ τοῦ ποιητοῦ γίνεται τόνδε τὸν τρόπον οὐ ταῦτα μόνον, ἀλλὰ πάνθ' ἁπλῶς ἃ διαφαίνεται. προστίθεσθαι δὲ τοῖς προυποκειμένοις λέγοντος εἰς τὰ στερεώτατα καὶ μείζω τῶν ποιημάτων ἐναρμόττοντα τὸ πολυτελῶς καὶ ἐμβριθῶς καὶ μὴ εὐτελῶς μηδ' ἐλαφρῶς, τοῦτο δ' εἶναι κατὰ τὴν χ εῖρα καὶ τὴν πραγματείαν τοῦ ποιητοῦ, καθάπερ ὕλην ἔχοντος τῶν προσώπων