Ancient Greek · ~3 min
Column 8
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 8
Not analysed yet
καὶ ἠθῶν πολυτέλειαν καὶ μύθων ἰδίων σκέψιν καὶ ὑποθέσεων καὶ τῆς ἐν τούτοις ἀληθείας καὶ ἰδιότητος, ἐπιζητῶ τίνα τὰ στερεὰ καὶ μείζω καλεῖ ποιήματα αρα μια τα ι ς αν ἐπιτρέπειν. καὶ πῶς τὰ μὴ εὔτονα διαφωνοῦντα τοῖς ὀγκώδεσιν; καὶ π ῶς ταῦτα μόνον ποιήματα καὶ τὰ μέσα πολυτελείας ὤιετο δεῖσθαι; πῶς δὲ καὶ ὑπόθε σ ιν ἐνεῖναι κἀν μέσοις ποιήμασιν, μᾶλλον δὲ καὶ σ τερεοῖς; καὶ ποία τις ἐμβριθὴς καὶ οὐκ ἐλαφρός; τὸ δ' εὐτελὲς καὶ ἐλαφρὸν παντελῶς ἀπεῖναι δεῖν καὶ ἀπὸ τῶν τοιούτων οἶμαι. καὶ δὴ μύθους ἰδίους καὶ ὑπόθεσιν καὶ ἀλήθειαν καὶ ἰδιότητα τί μὰ Δία κατὰ ταῦτ' οὐκ ἂν προσφέροι; τὸ μὲν οὖν πολυτέλειαν ε τούτων τὴν ἀλήθειαν το λαμβάνειν πλάσμασι