Ancient Greek · ~3 min
Column 10
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 10-6
Not analysed yet
τῶν φυσικῶ ν καὶ τῶν ἠθικῶν καὶ τῶν λογικῶν· καὶ τὰς ἄλλας δ’ αὐτῆς προσηγορίας καὶ τὰ φορήματα μάλα καταχρύσως τῆι φρονήσει συνοικειοῖ. πάντες οὖν οἱ ἀπὸ Ζήνωνος εἰ καὶ ἀπέλειπον τὸ δαιμόνιον, ὥσπερ οἱ μ ὲν οὐκ ἀπέλειπον, οἱ δ’ ἐν τισὶν οὐκ ἀπέλειπον, ἕνα θεὸν λέγουσιν εἶναι· γινέσθω δ ὴ καὶ τὸ πᾶν σὺν τῆι ψυχῆι· πλανῶσιν δ’ οὐ πολλοὺς ἀπολείποντες· ὥσθ’ ὅταν μενε σιναν αἱρεῖν ἐπιδεικνύσθωσαν τοῖς πολλοῖς ἕνα μόνον ἅπαντα λέγοντες οὐ πολλοὺς οὐδὲ πάντας ὅσους ἡ κοινὴ φήμη παραδέδωκεν ἡμῶν οὐ μόνον ὅσους φασὶν οἱ Πανέλληνες ἀλλὰ καὶ πλείονας εἶναι λεγόντων· ἔπειθ’ ὅτι τοιούτους οὐδὲ μεμελλήκασιν ἀπολείπειν οἵους σέβονται πάντες καὶ ἡμεῖς ὁ μολο