Ancient Greek · ~3 min
Column 9
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 9-5
Not analysed yet
θάπερ καὶ τὸν Πλάτωνα λέγειν ὥστ’ ἐὰν πολλάκις ἀὴρ λέγηι τις ἐρεῖν Ἥρα ,τὸ δ’ εἰς τὸν αἰθέρα Ἀθηνᾶν· τοῦτο γὰρ λέγεσθαι τὸ ἐκ τῆς κεφαλῆς καὶ Ζεὺς ἄρρην Ζεὺς θῆλυς· τινὰς δὲ τῶν Στωικῶν φάσκειν ὅτι τὸ ἡγεμονικὸς ἐν τῆι κεφαλῆι –φρόνησιν γὰρ εἶναι –διὸ καὶ Μῆτιν καλεῖσθαι, Χρύσιππον δ’ ἐν τῶι στήθει τὸ ἡγεμονικὸν εἶναι κἀκεῖ τὴν Ἀθηνᾶν γεγονένα ι φρόνησιν οὖσαν, τῶι δὲ τὴ ν φωνὴν ἐκ τῆς κεφαλῆς ἐκκρίνεσθαι λέγειν· ἐκ τῆς κεφαλῆς, ὑπὸ δὲ Ἡφαίστου δι ότι τέχνηι γί νεθ’ ἡ φρόνησις, καὶ ἀθ ρηνᾶν εἰρῆσθαι, Τριτωνίδα δὲ καὶ Τριτογένειαν διὰ τὸ τὴν φρόνησιν ἐκ τριῶν συνεστηκέναι λόγων,