Ancient Greek · ~3 min
Column 11
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 11-4
Not analysed yet
γοῦμεν· ἀνθρωποειδεῖς γὰρ ἐκεῖνοί γε οὐ νομίζουσιν ἀλλὰ ἀέρας καὶ πνεύματα καὶ αἰθέρας ὥστ’ ἔγωγε κἂν τεθαρρηκότως εἴπαιμι τούτους Διαγόρου μᾶλλον πληνμελεῖν· ὁ μὲν γὰρ ἔπαιξεν, εἴπερ ἄρα καὶ τοῦθ’ ὑγιές ἐστιν ἀλλ’ οὐκ ἐπενήνεκται καθάπερ ἐν τοῖς μαντινέων ἔθεσιν Ἀριστόξενός φησιν· ἐν δὲ τῆι ποιήσει τῆι μόνηι δοκούσηι κατ’ ἀληθείαν ὑπ’ αὐτοῦ γεγράφαι τοῖς ὅλοις οὐδὲν ἀσεβὲς παρενέφηνεν ἀλλ’ ἔστιν εὔφημο ς ὡς ποιητὴς εἰς τὸ δαιμόνιον καθάπερ ἄλλα τε μαρτυρεῖ καὶ τὸ γεγραμμένον εἰς Ἀρίανθην τὸν Ἀργεῖον θεὸς θεὸς πρὸ παντὸς ἔργου βροτείου νωμᾶι φρένα ὑπερτάταν καὶ τὸ εἰς Νικόδωρον τὸν Μαντινέα κατὰ δαίμονα καὶ τύχαν τὰ πάντα βροτοῖσιν ἐκτελεῖσθαι. τὰ παραπλήσια δ’ αὐτῶι