Ancient Greek · ~3 min
Column 12
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 12-4
Not analysed yet
περιέχει καὶ τὸ Μαντινέων ἐνκώμιον οὗτοι δὲ θεοὺς ἐν τοῖς συνγράμμασιν ἐπονομάζοντες ἀνήιρουν ἐξεργαστικῶς τοῖς πράγμασιν καὶ μετὰ σπουδῆς ἀνελευθερώτεροι γινόμενοι Φιλίππου καὶ τῶν ἄλλων τῶν ἁπλῶς τὸ θεῖ ον ἀναιρούντων. μετὰ δὲ ταῦτ’ ἐπιδεικτέον αὐτοὺς ὅτι βλάβης καὶ κακῶν οὔ φασιν αἰτίους εἶναι τοῖς ἀνθρώποις τοὺς θεούς· καίτοι τούς γε τοῦτο δοξάζοντας ἀπέχεσθαι τῶν ἀ δι κοπραγημάτων ἔνιοί φασιν· ἡμεῖς δὲ καὶ ταῦτ’ ἐνίοις ἐξ αὐτῶν λέγομεν παρακολουθεῖν καὶ τῶν ἀγαθῶν τὰ μέγιστα· καὶ διότι τὰ θεῖα τοιαῦτα καταλείπουσιν οἷα καὶ γενητὰ καὶ φθαρτὰ φαίνεται, τοῖς δὲ πᾶσιν ἡμεῖς ἀκολούθως· ἀϊδίους κἀφθάρτους εἶναι δογματίζομεν. τὸ δὲ συνέχον -ἐν γὰρ ἄλλοις ὑπογραφήσε