Ancient Greek · ~3 min
Column 6
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 6-11
Not analysed yet
θη· καὶ Δία μὲν εἶναι τὸν περὶ τὴν γῆν ἀέρα, τὸ δὲ σκοτεινὸν Ἅιδην, τὸν δὲ διὰ τῆς γῆς καὶ θαλάττης Ποσειδῶ· καὶ τοὺς ἄλλου ς δὲ θεοὺς ἀψύχοις ὡς καὶ τούτους συνοικειοῖ· καὶ τὸν ἥλιόν τε καὶ τὴν σελήνην καὶ τοὺς ἄλλους ἀστέρας θεοὺς οἴεται καὶ τὸν νόμον· καὶ ἀνθρώπους εἰς θεούς φησι μεταβάλλειν. ἐν δὲ τῶι δευτέρωι τά τε εἰς Ὀρφέα καὶ Μουσαῖον ἀναφερ όμενα καὶ τὰ παρ’ Ὁμήρωι καὶ Ἡσιόδωι καὶ Εὐριπίδηι καὶ ποιηταῖς ἄλλοις, ὡς καὶ Κλεάνθης, πειρᾶται συνοικειοῦν ταῖς δόξαις αὐτῶν· ἃπαντά τ’ ἐστιν αἰθὴρ ὁ αὐτὸς ὣν καὶ πατὴρ καὶ υἱὸς ὡς κἂν τῶι πρώτωι μὴ μάχεσθαι τὸ τὴν Ῥέ