Ancient Greek · ~2 min
Column 7
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 7-12
Not analysed yet
αν καὶ μητέρα τοῦ Διὸς εἶναι καὶ θυγατέρα. τὰς δ’ αὐτὰς ποιεῖται συνοικειώσεις κἂν τῶι περὶ Χαρίτων καὶ τὸν Δία νόμον φησι εἶναι καὶ τὰς Χάριτας τὰς ἡμετέρας καταρχὰς καὶ τὰς ἀνταποδόσεις τῶν εὐεργεσιῶν. τὰ παραπλήσια δὲ κἂν τοῖς περὶ φύσεως γράφει μεθ’ ὧν εἴπαμεν καὶ τοῖς Ἡρακλεί του συνοικειῶν. καὶ δὴ κἂν τῶι πρώτωι τὴν νύκτα θεάν φησιν εἶναι πρωτίστην· ἐν δὲ τῶι τρίτωι τὸν Κόσμον ἕνα τῶν φρονίμων συνπολειτευόμενον θεοῖς καὶ ἀνθρώποις καὶ τὸν πόλεμον καὶ τὸν Δία τὸν αὐτὸν εἶναι καθάπερ καὶ τὸν Ἡράκλειτον λέγειν· ἐν δὲ τῶι πέμπτωι καὶ λόγους ἐ