Ancient Greek · ~3 min
Column 8
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 8-9
Not analysed yet
ρωτᾶι περὶ τοῦ τὸν Κόσμον ζῶιον εἶναι καὶ λογικὸν καὶ φρονοῦν καὶ θεόν· κἂν τοῖς περὶ προνοίας μέντοι τὰς αὐτὰς ἐκτίθησιν συνοικειώσεις τῆι ψυχῆι τοῦ παντὸς καὶ τὰ τῶν θεῶν ὀνόματα ἐφαρμόττει τῆς δρειμύτητος ἀπολαύων ἀκοπιάτως Διογένης δ’ ὁ Βαβυλώνιος ἐν τῶι περὶ τῆς Ἀθηνᾶς τὸν Κόσμον γράφει τῶι Διὶ τὸν αὐτὸν ὑπάρχειν ἢ περιέχειν τὸν Δία καθάπερ ἄνθρωπον ψυχήν, καὶ τὸν ἥλιον μὲν Ἀπόλλω, τὴν δὲ σελήνην Ἄρτεμιν· καὶ παιδαριῶδες εἶναι θεοὺς ἀ νθρωποειδεῖς λέγειν καὶ ἀδύνατον· εἶναί τε τοῦ Διὸς τὸ μὲν εἰς τὴν θάλατταν διατετακὸς Ποσειδῶνα, τὸ δ’ εἰς τὴν γῆν Δήμητρα, τὸ δ’ εἰς τὸν ἀέρα Ἥραν κα