Ancient Greek · ~3 min
Column 235
Philodemus, P.Herc. 232, 234, 247, 250, 398, 426, 452, 458, 1115, 1427, 1601, 1612, 1619, 1813 235
Not analysed yet
παραφερόντων. ἐγὼ μὲν γὰρ οἶμαι διότι, κἂν λόγωι ποτὲ πείθειν συνχωρή σῃ τινὰ ς ἰδιώτας, ἀλλ' οὐχ ὅτι γ ε βέλτειον τῶν τεχνειτῶν ἔσται δέδειχεν οὐδὲ κατὰ τὸ ἴδιον τοῦ λέγειν οὐδὲ πυκνὸν οὕτως, ὡς ἐκεῖνοι. πολλὰς δέ τινας εὑρήσει τῶν ἀποδείξεων τὸ πραγματικὸν ἐκβεβηκυίας τῆς συνθέσεως χωρὶς τῶν προεπισεσημασμένων ἀδιαληψιῶν, πεπλεγμένας δὲ παρὰ τὴν ἐν ταῖς φωναῖς κοινότητα, πτῶμα φιλοσόφων ὅπερ ἐστὶν ἀπαλαιστρότατον· πολλὰς δὲ καὶ τῆι δυνάμει μὲν οὐ διαφερούσας, ἀλλ' ὅταν περιβάλωνται χειρισμοὺς παραλλάττοντας ἢ μόνον ὑποδειγμάτων ἑτερ ό τητας, τ ὸ πλούσιον τῶν χρωμένων ἐπιφαινούσας. πολὺ δ' ἐν τοῖς λόγοις ἄγαν ἐστὶ καὶ τὸ φατικὸν καὶ τὸν παντελῶς ἀκατάσκευον, ὃ τάχα τινὲς περιστάντες οὐκ ἔσονται διημαρτημένοι. διήκει δέ τι ς ἁμαρτία