Ancient Greek · ~3 min
Column 12a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 12a
Not analysed yet
μη δὲ ἀποτελεῖν πολειτικοὺς τὴν φιλοσοφίαν. μὴ μέντοι λεγέσθωι μηδ' ἡ σο φιστικὴ κατασκευάζειν αὐτούς. οὐ γὰρ εἰ γρ ά φουσ ίν τινας φληνάφους ἐν ταῖς τέχναις ὀνόμασιν καταχ ρ ώμενοί τισιν οἷς καὶ οἱ πολειτικοί, διὰ ταύτη ν τὴν αἰτ ίαν καὶ δὴ τῆς π ο λειτικ ῆ ς δυνάμεως ἀπερ γα στικὴν αὐτὴν ἐροῦ μ εν. οὕτως γὰρ οὐκ ἂν φ θάνοιμεν πᾶσι πάντ α προσνέμοντες ὑπὲρ ὧν ἐπαγγέλλονται συγγράφειν. οὐκοῦν ἐπεὶ καὶ ταῦτα τῆς συνεχούσης ἐπιδρομῆς τέτευχε, λοιπὸν ἂν εἴη διαλαβεῖν ἐκεῖν ο τὸ μέρος, εἰ ὁ ῥήτωρ ἕνεκα ῥητορικῆς ἀγαθὸς ἂν γένοιτο πολειτικός. τὸν μέντοι νῦν διατριβικὸν ῥήτορα πῶς ἂν λέγοιμεν καθόσον ῥήτωρ ἀγαθὸν ἂν γενέσθαι πο λ ειτικόν, ὅς γε οὐδ' ὅλως πολειτικὸς εὑρίσκετο καθόσον ῥήτωρ; ὑπὲρ δὲ τοῦ πολειτικοῦ