Ancient Greek
Column 14
Philodemus, P.Herc. 339 14
Not analysed yet
ἀπωθούμενοι, κἀν όμ οιον οὐδὲν αὐτοῖς γίνεται· καὶ γὰρ οἱ πλεῖστοι τῶν αὐτῶν εἰσιν παρενγυηταί. τὸ δὲ λέγειν ὠς ἀποδέχονται τὸν Ζήνωνα διὰ τὴν τοῦ τέλους εὕρεσιν οἱ Στωικοὶ κατατετολμηκότων ἐστι· καὶ γὰρ τὰ λοιπὰ τῶν δογμάτων θαυμάζουσιν αὐτοῦ. καὶ τῶν ἀμηχάνων ἐστὶν τοῦ τέλους ἐνδεχομένου μὴ καὶ τἆλλα συμφώνως ἀποδίδοσθαι. καὶ τῶι τέλει δὲ ἀκόλουθόν ἐστι τὰ διὰ τῆς Πολιτείας ἐκκείμενα πρ ο σδὲχεσθαι. τούτου γε δεδομένου πά νυ βέλτιον εἶχεν ἂν τὸ καὶ μή γεγενῆσθαι σοφὸ ν αὐτόν, ὥστ' οὐ νεμεσητὸν εἶν α ι τὸ διαμαρτάνειν. μέγαν δ' οὖν αὐτόν, εἰ καὶ μὴ σοφόν, ὁμολογοῦσιν, γεγονέναι καὶ τῆς ἀγωγῆς ἀρχηγέτην· ἀλλ' εἰ μὲν μέτριος ἦν, οὐ κα ὶ φιλόδοξο ς ὡς ἀνάμεστος αἰσχρῶν δογμάτων εἶναι καὶ βαρυλόγων καὶ τὰ μέγιστα τῶν ἁμαρτ ημάτων ουτα ποτιμησο ναι προβαλ ασ καὶ παρὰ τοῖς πλείστοις κατακεχώρισται καὶ θαυμαζομένοις ὑπ' αὐτῶν ὥστ' εἶ