Ancient Greek · ~4 min
Column 15
Philodemus, P.Herc. 339 15
Not analysed yet
ναι τῆς αἱρέσεως ἴδια. πρὸς δὲ τοὺς γενναίους καὶ τὴν Πολιτείαν ὡς ἀναμάρτητον προσδεχομένους τί ἄν τις λέγων ἀτοπώτερον συνάπτοι; πειρῶνται δ' οὖν οὐδὲ πρὸς ἄλλο τι φέρειν οὗτοι τὰς ἀπολογίας ἢ πρὸς τὰ περὶ τοῦ διαμηρίζειν τοσούτων περιειλλημένων κακῶν, καὶ προγεγραφότες ὅτι περὶ τῆς Πολιτείας, ἀλλ' οὐχ ὅτι περί τινος ἀπολογήσονται μέρους. ἀλλὰ γὰρ ἐπεί τινες τῶν καθ' ἡμᾶς καὶ περὶ τῆς Διογένους, ὥς γε φασι, διστάζουσιν Πολιτείας ὑπεκδυόμενοι τὴν Στοάν, ῥητέον ἂν εἴη τὸ καὶ Διογένους εἶναι καὶ τὸν τρόπον ἔχουσαν τοῦτον, ὡς αἵ τ' ἀναγραφαὶ τῶν πινάκων αἵ τε βυβλιοθῆκαι σημαίνουσιν. καὶ Κλεάνθης ἐν τῶι Περὶ στολῆς ὡς Διογένους αὐτῆς μνημονεύει καὶ ἐπαινεῖ καὶ κοινῶς τε τῶν ἐν αὐτῆι κἀπὶ μέρους ἐνίων ἔχθεσιν ποιεῖται· καὶ Χρύσιππος ἐν τῶι Περ ὶ πόλεως καὶ νόμου δι' αὐτῆς μιμνήσκεται καὶ τά τε εγ νομ ς ἐν ταῖς Πολι τείαις. κἀν τῶι Περὶ πολιτείας λαλήσας περὶ