Ancient Greek · ~4 min
Column 17
Philodemus, P.Herc. 408, 409, 434, 435, 1117, 1573, 1574, 1672 17
Not analysed yet
ἀμφοτ έρων μέν, μᾶλλον δὲ δ ι' ἐπιστήμης ἤπερ διὰ συνηθείας καὶ τριβῆς, δηλούσας δὲ τὸ τὴν φρόνησιν μέν, δι' ἀμφοτέρων, μᾶλλον δὲ διὰ θατέρου, τὴν δὲ ῥητορικὴν διὰ μόνου θατέρου, καὶ τρίτον τὸ καὶ τὴν φρόνησιν διὰ μὲν ἐπιστήμης περιγίνεσθαι, διὰ δὲ ἱστορίας καὶ τριβῆς μὴ παραγίνεσθα ι· τὴ ν δὲ γρ αφὴν ὁ συστησάμενος ταύ την ἀπο κληρώσας τοῦτ ο φ ησιν αὐτὰς διασαφεῖν, ὅτ ι ῥ ητορικὴ μὲν τριβῆι ἀφελῶς καὶ συνηθείαι παραγείνεται, φρόνησις δ' ἐπιστήμηι μόνον. ἀλλὰ γὰρ κἂν τὸ δοκεῖ ἐν τῶι τόπωι μὴ προσποηθῶμεν, ἀλλ' ἀφέλωμεν αὐτὸ παντελῶς κ αὶ τὰς φωνὰς οὕτως ὑποθώμεθα κατακεχωρίσθαι. σὺ μὲν οὐκ ἐξείργου τῆι ῥητορικῆι δυνάμει προέχειν, ὃ τρ ι βῆς ἐστιν καὶ συνηθείας πολλῆς . τίνα τρόπον ιοσο ερ ἀξιοῦσιν, διασαφεῖται τὸ μὴ περιγείνεσθ αι καὶ τέχνηι τὴν ῥητορικὴν ἀλλὰ μόνον τριβῆι καὶ συνηθείαι; τῆι γ ὰρ αὐτῆι φορᾶι ἂν εἴπαμεν· πολλῆς μ ὲν φιλοπονίας ἐστὶ δηλον ότι τὸ φιλοσοφεῖν καὶ ἡ φιλοσοφία, πολλῆς δ' ἄγαν εὐτυχίας ἡ βασιλεία, καὶ πολλῆς ἐστι κακοπρ α γίας πτωχεία καὶ πολλῆς ἐστι συνηθείας φιλία· καίτοι οὕτω γ' οὐ