Ancient Greek · ~4 min
Column 18
Philodemus, P.Herc. 408, 409, 434, 435, 1117, 1573, 1574, 1672 18
Not analysed yet
δεὶς ἐγένετο ἄγροικο ς ἂν ὥσθ' ὑπολαβεῖν ἡμᾶς δι ὰ μόνης φ ιλοπονίας τὸ φιλοσοφεῖν καὶ τὴν φιλοσοφίαν περιγίνεσθαι καὶ τὴν βασιλείαν διὰ μόνης εὐτυχίας καὶ τἆλλα παραπλησίως. οὕτως τοίνυν εἰπόντος Ἐπικούρου, διότι πολλῆς ἐστιν ἡ ῥητορικὴ τριβῆς καὶ συνηθείας οὐχ ὑπακουστέο ν τὸ μόνης ἀλλὰ μόνον τὸ δεῖται πολλῆς τριβῆς καὶ συνηθείας. τὸ γὰρ ἔστιν ἐπὶ τοῦ επιτου δεῖται τίθησιν, ὅταν οὕτως ὁμειλῶμεν, ἧι συνηθείαι τό γε μετριώτατον ὑπὸ τῶν λέξεων σημαίνεται· καὶ οὐχὶ θάτερον μόνον ἀεὶ συνόλως σημαίνεσθαι ῥητέον. ἔτι το ίνυν ἕνεκα τῶν διαλέκτων ὧν ἅνθρωπος παρατέθηκεν οὗτος, ἄδηλον εἶναί φημι, πότερον ἐκ συνηθείας καὶ τριβῆς μόνον περιγίνεσθαι τὴν ῥητορικὴν ὑπελάμβανεν ὁ Ἐπίκουρος ἢ καὶ διὰ τέχνης καὶ τριβῆς ἢ οὐδ' ὅλως ἐκ τριβῆς καὶ συνηθείας. πρό κ ειται γὰρ ἐν ἀρχῆι μέν· θαυμαστόν φαμεν εἰ σὺ μ ὲν οὐδὲν ἐξ είργου διὰ τὴν ἡλικίαν, τῶν ἁπάντων δὲ νέος ὢν πρεσβυτ έρων ἀ νδρ ῶ ν καὶ ἐνδόξ ων πολὺ ἐν τῆι ῥητορικῆι δυνάμει ὑπερέχειν ἔλε