Ancient Greek · ~4 min
Column 22
Philodemus, P.Herc. 408, 409, 434, 435, 1117, 1573, 1574, 1672 22
Not analysed yet
ἐμπειρίαν ἀπό τινος τριβῆς καὶ τῶν ἐν ταῖς πόλεσιν ἱστορίας περιγίνεσθαι, πολλῶν ἐν τῆι πραγματείαι διασαφούντων, ἀρκέσει τὰ παρὰ Μητροδώρωι σαφῶς διδάσκοντα· πότερον οὖν τὴν ῥητορικὴν δύναμιν λέγει τις βλέπων ἐπὶ τὴν διάγνωσιν τούτου ,ὃ πρακτέον ἐστὶν τῶι μέλλοντι εὐδαίμονι εἶναί τε κ αὶ ἔσεσθαι καὶ οὐ πρακτέον, καὶ ταύτην φησὶν ἀπὸ φυσιολογίας παραγείνεσθαι, ἢ καὶ τὴν πολειτικὴν ἐμπειρίαν, καθ' ἣν ἐκ τριβῆς καὶ ἱστορίας τῶν πόλεως πραγμάτων συνορώιηι ἄν τις οὐ κακῶς τὰ πλήθει συμφέροντα; καὶ μικρὸν προβάς· τί γὰρ ὑπόκειται, ὃ θεωρεία π οιεῖ, ὥσπερ ἡ περὶ τὰς αἱρέσεις καὶ φυγὰς καὶ περὶ τὰς πολειτικὰς ἐκ τῆς ἱστορίας παρακολουθήσεις; κεκορυφωμένου δ' ἡμῖν καὶ τοῦδε τοῦ κεφαλαίου, χωρῶμεν ἐπὶ τὸ τρίτον. ἦν δὲ τοῦτο πιστοῦσθαι, διότι δὴ καὶ κατ' ἀλήθειαν ἡ σοφιστικὴ ῥητορικὴ τέχνη τίς ἐστιν περί τε τὰς ἐπιδείξεις, οἵας αὐτοὶ ποιοῦνται, καὶ τὰς τῶν λόγων δι αθέσεις, οἵων αὐτοὶ γράφουσίν τε καὶ σχεδιάζουσιν. φαμὲν τοίνυν τὸ μεθοδ ικὸν ἔχειν αὐτήν, οὐ πολὺ δὲ καθάπ ερ οὐδὲ τὴν ποιητικὴν καὶ διὰ ταύτην τὴν αἰ τίαν περελεκενηστο ινησ ὑπὲρ φυσο επειδ