Ancient Greek · ~4 min
Column 21
Philodemus, P.Herc. 408, 409, 434, 435, 1117, 1573, 1574, 1672 21
Not analysed yet
τοισανα σεξα ειων ἄλλων ἄλλαις συνημμένων καὶ αὐτοὶ δὲ κατὰ διάληψιν, ὡς ἔφαμεν, ἁψόμεθα καὶ τούτων. νυνεὶ δὲ τὰ κατεπείγο ντα καὶ τὰ λοιπὰ τῆς διεξόδου προσθέντες παραγράψαιμεν ἂν τὸν ὑπομνηματ ισμόν. τὸ τοίνυν οὐκ εἶναι κατὰ τοὺς ἄνδρ ας τὴν σοφιστικὴν ῥητορικ ὴν δημιουργὸν τῆς ἐμπράκτ ου καὶ πολειτικῆς ῥητορικῆς, δηλοῖ μὲν καὶ τὸ πρῶτον Περὶ ποιημάτων διὰ πλειόνων· ἀποχρήσει δὲ καί τινα τῶν ἐκεῖθεν ὑφ' ἡμῶν παρακειμένων οὐ φατικῶς διασαφοῦντα μόνον, ἀλλὰ καὶ πίστεις περι ε ι ληφότα. δηλοῖ δὲ καὶ Ἕρμαρχος, δι' ὧν παρεθέμεθα, μετὰ δὲ τῆς πάσης ἐξεργασίας Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς τελείους ἀνεπιμείκτους διδάσκων τὰς δυνάμεις καὶ συνεργούσας μὲν οὐθὲν εἴς γε τὴν ἕξιν τὴν πολιτικὴν τὰς διατριβάς, πολλάκις δὲ καὶ μεταβαλλού σσας, ἃ προφέρεσθαι νῦν ἐμ μέσωι κείμενα πᾶσιν μάτα ιον φαί νεται καὶ περιττόν. ἀλλὰ μὴν καὶ ταύτην τὴ ν τοῦ δ η μ ηγορεῖν καὶ δίκας λέγειν