Ancient Greek
Column 10
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 10-2
Not analysed yet
ρος λόγων διακοπάς, ἃ δεῖ ἐπί τινων προρήσεως κ αὶ ἐπιρήσεως. εἰ μὴ τέχνην μεθώδευον ὀἱ ῥή τορες οὐκ ἂν πολλοὶ προσῄεσαν αὐτο ῖ ς μισθοὺς διδόντες. ἄξιον μὲν ἐπιστάσεως· μὴδήποτε οὐχ ἕνεκα τέχνης ἀναλήψεως μόνον προσίασιν ἔνιοί τισιν ἀ λλὰ καὶ χάριν τῶν δ ι' ἄλλου τρόπου περι γινομένων, οἷον δὴ καὶ τὴν ῥητορικὴν παρασκευάζειν. oὐ μὴν ἀλλ' ἐπειδὴ ἐμφαίνειν διὰ τῆς ὑπομνήσεως, ὡς ἄρα τοῦ πολιτικοῦ γένους ἐστὶν ἡ σ οφιστι κὴ ῥητορική, κ αὶ τέχνη καὶ καταξιοῦται μὴ ἄν ποτε προσιέναι τινὰς εἰ μή τι τούτο ις ὁ μέθοδος συνῆι τελέως, φησιν ἐν τῶι Περὶ τῆς ῥητορικῆς Ἐπίκουρος, ὅτι τοῖς διατριβικοῖς οἱ προσιόντες ἀπατῶνται καὶ οὐκ ἂν εικότως διὰ τοιαύτην αἰτίαν· ὅταν γὰρ ἀκούωσιν ἐν ταῖς δείξεσιν καὶ πανηγύρεσιν τῶι μήτε περὶ συμβουλῆς μήτε περί τινος τῶν τῆι πόλει συμφερόντων εἶ ναι τὸν λόγον, ὅ