Ancient Greek
Column 9
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 9-2
Not analysed yet
ἀποφαινομέν ων αὐτῶν τὰ περὶ τῆς τέχνης καὶ τ ὴν ἐπαγγελ ίαν τῶν ῥητορικῶν, ὡς μέθοδον οὖσαν συναρτῶσί τε καὶ τ αῖς ἀξιολόγοις ὁμιλοῦσιν, οὐ τὰ πλήθεσι κυροῦντα συνάγουσιν. ἀγνοοῦσιν δὲ καί, ὅτι πέφυκεν οὐχὶ μ όνο ν τὰ διὰ τέχνης μὴ περιγίνεσθαι χωρὶς τέχνης ἀλλὰ καὶ τὰ δι' ἀσκήσεως μὴ παρακολουθεῖ ν χωρὶς ἀσκήσεως. δεῖ δὲ παραπλήσιά τισιν τῶν σοφιστικῆι καὶ πολιτικ ῆι προσόντων ἤδη, ἀποτρέπει ν αὐτούς, ἄτε παρεμφαίνοντας παρ ὰ τῶν ῥητό ρ ων εἶναι ἠπατημένους, τέχνης περὶ ταῦτα μὴ τυχούσης, καὶ προσέτι ἐκβάλλειν τούτους ἐκ τ ῶν ῥητορικῶν ὅρων· εἰ δὲ καλεῖσθαι τέχνην ἢ ἐπιστήμην συμβέβηκεν, ἴσως οὐ κἀτ' αὐτούς ἀλλὰ κοιναὶ κα κίαι τισίν εἰσιν. ἀλλ' ἐπειδὴ μεγάλης οὐκ ἔστιν ἀνατάσεω ς χρεία πρὸς αὐτάς, ἰτέον ἐπὶ τὰς τῶν κατὰ μέ