Ancient Greek
Column 14
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 14
Not analysed yet
τοῦτο ἀκριβούντων, ὃ μᾶλλον ἐμφατικόν ἐστιν τοῦ μὴ εἶναι τέχνην τὴν ῥητορικήν. φαίνεται δὲ ταὐτὸ κἂν παρὰ τῶν ἀτέχνων λεγομένων ὀλίγοι μόνον ἐξίωσιν ἀγαθοὶ καὶ δυνατοὶ τέχνην οὐ μαθόντες. οὐ μὴν ἀλλὰ κἂν ἀσκήσει νικᾶν μὴ τέχνηι δυνατό ν, τοὺ ς μὲν ἐπιμελέστερον καὶ ἐμπειρότε ρον, τοὺς δ' ἧττον προςφέρεσθαι καὶ διὰ τοῦ το τοὺς μὲν μᾶλλον, τοὺς δ' ἧττον ἀπο τελεῖν ἀγαθοὺς δεῖ. οἵ τε ἀφέντες τὰ τῆς σοφιστικῆς παιδί, νοῦν δὲ κοινὸν ἔχοντες, τῶν τε νομικῶν ἐμπείρους κατασκευάζουσιν καί, ἃ παρατε τηρήκασιν ἐν δήμοις καὶ δικαστηρίοις, ὡς ἐνδέχεται μάλιστ', ἐν ποιοῦσι. τῶν γὰρ διδασκαλείων ἀμε λοῦσιν οἱ τοιοῦτοι, τὰς δὲ σοφιστικὰς ἀπραξίας ἀναδιδόντες κατατρίβουσιν, καὶ -συγκυρεῖ δ' ἐνίοτέ τισιν εὐφυέσι πρὸς τὸ λέγειν -παραβεβληκέναι ποτὲ λέγονται πα