Ancient Greek
Column 15
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 15
Not analysed yet
ραγγέλματα καὶ λ ίαν τοῦτον ὠφελούμενοι τὸν τρόπον, δόξαν παρέχουσιν ὡς ὑπὸ τῶν σοφιστῶ ν γε γόνασιν τοιοῦτοι. πέμπουσιν οἱ δημηγόροι καὶ δικολόγοι τοὺς υἱοὺς πρὸς σοφιστὰς ὡς μαθησ ομένους, ἃ καὶ αὐτοὶ διδαχθέντες ἀπετελέσθησαν δυνατοί. πρῶτον μὲν οὐ πάντες ἀλλ' ὀλίγοι κραυγάζουσιν ἀπολωλεκέναι τὸν χρόνον, ὃν εἰς σοφιστοῦ πεφοιτήκασιν, καὶ τοὺς υἱοὺς ἐπὶ τὸν αὑτῶν ἄγουσι διδάσκαλον, τὸν δῆμον. ὅμως δέ, πόσον τι δύνανται συνηρτημένοι διὰ τῶν διδασκαλείων, βούλεσθαι μηδὲ τού τ ου στερηθῆναι τοὺς υἱούς· οὐχὶ τεχνίτην ἐκεῖθεν ἀναλαβεῖν πολιτικήν· κἂν ἐργαστήριον δ' ἦι τι, τὴν δὲ διατριβὴν ἀσκήσεως λόγου καλὴν μὲν δοξάζηι τις ἄν, προχείρ ως ἂν ἤσθοιτο τοὺς αὐτοὺς 31. κατὰ τὴν σοφιστικὴν μάλα χείρους ἐν τῶι ἀγωνίζεσθαι γενομένους διὰ τὴν ἱστορίαν ἢ