Ancient Greek
Column 18
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 18
Not analysed yet
ἀναδι δόναι δοκοῦσιν αὐτοῖς, ταῖς δ' ἐπιστήμαις ταὐτὸν δυναμένας τέχνας μηδ' ἀρχὴν ἔχειν· καὶ δύνανται καὶ τεχνολογίας ἀναδιδόντες ὀνείρους ἀναδιδόναι χάριν ἀπάτης τῶν ἐντυγχανόντων, ὡς οἱ Χαλδαῖοι καὶ μάντεις, ἴσως δὲ καὶ αὐτοὶ πλανώμενοι. προσάγεται τ', εἴπερ ἄρα, τὸ τ έχνην εἶναι τὴν σοφιστικήν, τὸ δὲ καὶ τ ῆς πολιτικῆς ε ἶναι τέχνην οὐδ' αὐτοὶ σπεύδουσι. οὐδ εὶς δ' ἠμέλλησεν τοὺς δυν α τῶς καὶ συνετῶς λέγοντας ἐν δήμοις καὶ δικαστηρίοις τεχνικοὺς ἐκεῖθεν ἀνάγειν. καίτοι γ' ἔκειτο πρὸς τὴν ῥητορικὴν εἰ τεχνικῶς μὲν ἐν δήμοις καὶ δικαστηρίοις δοκοῦσί τινες ἀναστρέφεσθαι. μέτεστι δ ὲ τοῖς διατριβικοῖς οὐδὲ ἓν τῆς ἐν ἐκείνοις ἀρετῆς. οὐ μὴν ἀλλὰ κακῶς ἐρεῖ τις ἡμᾶς λέγειν καὶ παρ' ἀδιαληψίαν τοῦ τὰ ποῖα διὰ τέχνης καὶ τὰ ποῖα χωρὶς τέχνης περιγείνεται. καὶ γὰρ τὸν ἄλογον λεγόμενον ἐνί