Ancient Greek
Column 19
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 19
Not analysed yet
οτε πάντες ἐπιστάμεθα καὶ καταχρώμεθα δὲ πολλάκις ἐν τῆι συνηθείαι τῶι τῆς τέχνης ὀνόματι, καθάπερ καὶ ξύλα συνδεῖν ἐνίοτε καὶ βαστάζειν καὶ πονηρεύεσθαι τεχνικῶς λέγομεν, καὶ νῦν ποιεῖν ἡμᾶς οὐκ ἂν ῥαιδίως τις ἀθετήσαι. τὰ δ' αὐτ ὰ π αραπλησίως ἐφαρμόσει καὶ ἐπειδὴ δυεῖν ὄν των τὸν μὲν ἄτεχνον λέγομεν εἶναι τὸν δὲ τεχνείτην. ὥσπερ ἰδὼν ἄγαλμα καλὸν ε ἴπαις ἂν χωρὶς λόγου τέχνης ἔρ γον εἶναι, τὸν αὐτὸν τρόπον ἐρεῖς ἱστορήσας τὰ τῶν πολιτικῶν ἔργα· τοῦτο δὲ καὶ ἐπὶ τῶν συγγραμμάτων αὐτoὶ τετάχασιν οἱ πανηγυρικοὶ ῥήτορες ἀξιούμενον. οὐδὲ πιθα νόν ἐστιν, εἰ καὶ χ ω ρὶς λόγου γνοίη τις ὅτι τέχνης ἔργα ταῦτ' ἐστιν, εἰ περὶ τῶν πολειτικῶν ἔρ γων τ αὐτὰ παρατιθέασιν, οὐδ' ὅ ταν ὁ περὶ τ ούτων πολὺν νοῦν ἔχων τέχνην ἐμ φαίνειν δόξειεν