Ancient Greek
Column 23
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 23
Not analysed yet
τέχνην τὴν ῥητορικὴν λεγό ν των, τῶι καλῶς ἐ π ισ εσημαγκέναι περὶ τῶν καὶ ὑπ' αὐτῶν παραλελειμμένων, ὡς ὑποδεδείχαμεν, τὸν ἔλεγχον περιέχουσιν. τὸ δὲ Πολυαίνου λεγόμενον Περὶ ῥητορικῆς οὐχ ὑπάρχον Πολυαίνου, καθάπερ ἐνεφανίσαμεν, καὶ ταύτηι τὸ τῶν παρατεθειμένων ἐπισεσυρμένον παρίστησιν. οἱ μέντοι λέγοντες αὐτὴν τέχνην, προσδεομένην δὲ φύσεως καὶ τριβῆς, οὐκ εἰς τὴν ἑαυτῆς ἀνάληψιν, ἀλλ' εἰς τὴν ἐπιτυχίαν τοῦ τέλους, παντελῶς καὶ τῆς ἀληθεία ς καὶ τῆς κρίσεως τῶν καθηγεμόνων διαπεπτώκασιν. οὔτε γὰρ τὸ πλεοναχὸν διέστειλαν τὸ τῆς ῥητορικῆς, διὸ καὶ τὴν πᾶσαν ἐν τοῖς λεγομένοις ἀναδέχονται κύκησιν, ὡς κ οινῆς τε σχεδὸν τῆς σοφιστικῆς οὔσης κ α ὶ καλουμένης ῥητορικῆς οὕτως ἃ λέγουσιν, ἐκτεθείκασιν. τῶν τε περὶ τὸν Ἐπίκουρον