Ancient Greek
Column 22
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 22
Not analysed yet
γειν καὶ δημηγορεῖν οὐ τέχνην, πάλιν ἐγκαλέσειεν, ὅτι τῶν ζητουμένων τι κατὰ τὸν τρόπον συνεχόντως παραλελοίπασιν. λέγω δὲ τὸ πότ ερον τοῦ δίκας λέγειν εὖ καὶ δημηγορεῖν τέχνη τις ἔστιν ἢ οὐκ ἔστιν. οὐ γάρ, εἰ τὴν σοφιστικὴν συμβέβηκεν οὐκ εἶναι περὶ τ αῦτα τέχνην, ἤδη δὲ δέδεικται τὸ μηδὲ δι' ἄλλης αὐτὰ μεθόδου παρακολουθεῖν. οὐδὲ γὰρ ἡ πίστις ἣν παρατεθεί κασι περὶ τούτου πάρεστιν, ἀλλὰ μόνον π ερὶ τὸ χωρὶς τῆς ῥητορικῆς τινας φύσιν καὶ τριβὴν εἰσενεγκαμένους δίκας λέγειν καὶ δημηγορεῖν. οὐκ αὐτοτελῆ δ' ἐκτεθείκασιν, καίπερ ἐπιβαλόντες, οὐδὲ τὴν ἀπόδειξιν τὴν ὑπὲρ τοῦ τὴν σοφιστικὴν περὶ τὰς λογογραφίας καὶ τὰς ἐπιδείξεις τέχνην ὑπάρχειν, ὡς ἔσται φανερόν, ἐπειδάν, ὡς ἡμεῖς κατασκευάζομεν, παραθῶσί ν ποτε παρὰ τῶν ἀνδρ ῶ ν καὶ τὰ μαρτύριαι. τῶν δ' ἀδιαστόλως, ἧι τεθήκασιν εἶναι