Ancient Greek
Column 28
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 28
Not analysed yet
καὶ κατὰ τὸ εὔλογον καὶ δῆτα καὶ φέρεται πρὸς τῶν περὶ τὸν Ἐπίκουρον. λέγω δὲ τὸ τῶν πολλῶν ἀόριστον καὶ τοῖς αὐτοῖς ὅτε μὲν πειθόμενον ὅτε δὲ προσκόπτον. ἡ δὲ περὶ τοῦ στοχασμὸν ἔχειν τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον τελέως ἐστὶν ἀπόπληκτος, οὖσα τοιαύτη. τὸ δὲ παρατετηρηκέναι τοὺς ῥήτορας τὰ ὡς ἐπὶ τὸ πολὺ πείθοντας καὶ ταῦτ' εἰς παράδοσιν ἠχέναι, καὶ δ ιότι προοιμιαζόμενοι καὶ διηγούμενοι κα ὶ τἆ λλα συντελοῦντες ἑξῆς μάλιστα πείσομεν, φανερὸν καθίστησι τὸ κατὰ τὸν δεύτερον τρόπον τέχνην εἶναι τὴν ῥητορικήν. οὐχὶ μὲν παρατετηρήκασιν οἱ ῥήτορες τὰ πείθοντα κατὰ τὸ πλεῖστον. εἰ δὲ δὴ τὰ προοίμ ια ταῦτα καὶ τὰς διηγήσεις καὶ τἆλλα τοῦ λόγου π αραδιδόντες, ὡς οὗτοι νο μίζουσι, κα ὶ παντελῶς εἰς παράδο