Ancient Greek
Column 29
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 29
Not analysed yet
σεις ἤχασιν, εὐτελὲς ἤνεγκεν ἡ φύσις τοῦτο παρατηρῆσαι. τό τε προοιμιαζομένους ἡμᾶς καὶ διηγουμένους καὶ τὰ συνεχῆ δρῶντ ας μάλιστα πείθει ειν οὐ λέγεται καλῶς· εἰ δὲ μήγε, καὶ τοῦτο καὶ τὸ προειρημένον ἀναποδείκτως ἐρρίφθαι, τῆς προθέσεως οὔσης πίστιν εἰσενεγκεῖν. ἀλλὰ μήν γε καὶ τὴν σοφιστικὴν παραλιπόντες ἄλλων ἀποφαίνειν τέχνην, ὥσπερ ἐστίν, τῶν οὐθὲν προσφερόντων, τέχνην αὐτὴν βούλονται συμβιβάζειν, τοῖς ἀνδράσι καθ' ἑκάτερον διαφωνοῦντες, δ ιὰ τὸ ποικίλως συνέχεσθαι λόγωι ψυχῆς. οἱ δὲ μόνον ἀντιφώνους σχολῶν τοὺς ὑπομ νηματισμοὺς ἀναγρά ψαντες, ἐπειδὴ σύνθετον ἐποίησαν ἀπόφασιν ἔκ τε ταύτης κ αὶ τῆς π ρότερον σεσημασμένης, τοῖς πρὸς ἑκατέρους εἰρημένους ὄντες ἔνοχοι, μόνον ἐπισημανθή τωσαν, ἵνα μὴ ταὐτὰ πρὸς αὐτὰ λέγωμεν. ὑπομνησθήτω