Ancient Greek
Column 32
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 32
Not analysed yet
την οὐδὲ πα ρ α σκευ άζει δημιουργὸν τῶν ἰδίων αὐτῆς, ἀλλὰ καὶ ποεῖ που λέγεσθαι ταῦτα τῶν μὴ μαθόντων αὐτ ήν; προείληπται δὲ τέχνη διὰ ποιᾶς παρατηρήσεως ἕξις σ υνησκημένη καθ' ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ εὔλογον πο ιοῦσι τὸ προκείμενον τέλος. τὸ γὰρ αὖ καὶ τὴν πολειτικὴν λέγειν καὶ τὴν σ οφιστ ικὴν τοιαύτας συγχωρηθήσεται τέχνας ἀληθινάς, ἐὰν λαμβάνοντας καὶ μὴ διαπίπτοντας π ειρῶμέν τινας τῶν ἐπαγγελλομένων τεχνιτῶν. ὅμως δ' οὖν οἳ τούτων διαφέρειν φασὶν τὴν ῥητορικήν, ἀ ποδεικνύουσίν γε τέχνης τὸ μεθοδικὸν μὲν πολλάκις ἔχειν αὐτὴν μὴ μέντοι πάντας μηδὲ τοὺς πλείστους τῶν κει λ ες τὰς τέχνα ς ἀνειληφότων δύνασθαι λέγειν ἐν δήμοις καὶ δικαστηρίοις. ὦ θαυμαστῆς δῆτ' εὐτεχνίας, ἣν οὐ μαθό ντες φασὶ τοὖργόν ποτε πε ριποήσειν, οὔτ' εἰκαστέον ἐκείνους. καὶ τὰς ἄλλας