Ancient Greek
Column 31
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 31
Not analysed yet
καὶ τῶι μὴν καὶ παρατήρησιν καὶ ἄσκησιν τέχνην προσαγορεύειν, τὰ πλεῖστα τῶν ἐν τῶι βίωι τέχνας προσα γορεύοντες οὐκ ἂν φθάνοιμεν, καὶ τὴν ἄσκ ησιν καὶ παρατήρησιν καὶ μέθοδον οὐκ ἂν οὐδενὶ κατατάττοιμεν δι αφερούσας. ὧν οὕτως ἐχόντων καὶ μηδὲ τούτου λέγοντος τὴν πολιτικὴν ἀπὸ τέχνης εἶναί τινος μηθ' ὅμως τῶ ι ἐπὶ τὸ πολὺ καὶ εὔλογον τοῦ τέλους τυγχάν ειν, ἄλλοθεν ἡγοῦμαι τὰς δι αφορὰς ἐκκεῖσθαι τῶν τεχνῶν πρὸς τὰς μὴ τέχνας. ἔχειν δὲ ὥσπερ τι ἐφόδιον ἐπὶ τὸν βίον ἔφασαν διὰ παντὸς αὐτὴν καὶ κατασκευαςτικὴν φίλω ν καθ' ἥν γε οὐδὲ τὸ λέγειν ἐντὸς ἀληθινῶν ἀγών ων κατασκευάζειν ἔστιν, οὐδὲ καλλαιστεῖον τι, ὦ Κορύβαντες, ἐνεραυνᾶν. τέχνην τοίνυν πολιτικὴν τίς ἂν λέγοι τὴν τοιαύτην, ἣ παραληφθεῖσα κατ' ὀλίγα ἢ οὐθὲν ὠφελεῖ τὸν τ εχνί