Ancient Greek
Column 34
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 34
Not analysed yet
μεμφὲς ἀγαγεῖν· ἀλλ' οὐδὲν ἡμᾶς γε βλάψουσιν ἀλλ' αὐτοὺς ἐκείνους ἐώμεναι μὲν ἐγγὺς ὑγιεῖς, εἰ μή τι κἀκ τῶν πρότερον εἰρημένων ἔστιν ἀνελέσθαι πρὸς αὐτὰς· καὶ βλέπονταί τινες ἐκ φύσεως καὶ παρακειμένων ὑπεναντιολογίαι. κ αὶ τούτων δ' ἀποτεθεωρημένων λοιπὸν ἐνέστ ηκ εν, ὃ δεῖ πρὸς τὸν φίλτατον ἐπιζητῆσαι Βρόμιον, πῶς περὶ τεχνῶν π ροτεθειμένος συνγράφειν καὶ ζητῶν, εἰ ἡ ἰατρικὴ τέχνη καὶ εἰ ἡ γραμματική, προθεὶς δὲ καί, εἰ ἡ ῥητορικὴ τέχ νη, τὴν μὲν σοφιστικὴν παρῆκε ῥητορικήν, ὥσπερ οὐ λεγομένην καὶ κατὰ τὴν κοινὴν καὶ κατὰ τὴν Ἐπικούρου συνήθειαν, μόνην δὲ τὴν πολιτικὴν προσεποιήθη, καθόσον τῆς πλείστης σκευωρίας ἐν τοῖς περὶ λόγους διατρίβουσιν ἐνεστηκυίας περὶ τῆς τοιαύτης. πῶς δὲ καὶ τέχνης οὔσης τῆς σοφιστικῆς καὶ λεγομένης ὑπὸ τῶν ἀνδρῶν, απο τέχνης τινὸς κη προ