Ancient Greek
Column 35
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 35
Not analysed yet
πετῶς, οὐ καθ' ὅ φα σιν αὐτὴν εἶναι τέχνη ν καὶ ἀπέδειξεν; πῶς τὴν πολιτικὴν λεγομένην ὑπὸ τῶν ἀνδρ ῶν οὐ τέχνην πολύ τε τοῦ τῆς τέχνης ἰδίου κεχωρισμένην τέχνην ἀπεφήναντο καὶ παραστῆσαι πεπείραται; πῶς φησι τὴν ῥητορικὴν πα ρατετηρηκέναι τὰ πείθ ειν ὄχλους δυνάμενα; κ αὶ πάλιν ἐπιλελογισμένον τὸν ἀγαθὸν πολιτικὸν τὰ κινεῖν ὀρ γὴν π εφυκότα καὶ ἔλεον καὶ πρ οτροπὴν καὶ ἀποτροπήν, τούτοις χρῆσθαι διηνεκῶς; οὐ γάρ, οἶμαι, φήσει τὰ πείθειν ὄχλους δυνάμενα παρατηρήσει τιν' ἐνδεχόμενον ὑπάρχειν οὐδὲ δ ιηνεκῶς χρᾶσθαι τοῖσδέ τισιν. πεπείρακεν γὰρ οὐ διηνεκῶς ἐναρμόττοντα, πολλάκις δὲ καὶ δρῶντα τοὐναντίον. ὅταν γε μηνύηι ῥάιδιον εἶναι, παραγενηθέντας ἐπὶ τὰ κατὰ μέρος ὑποδείγματα, τοὺς τεχνικῶς τε ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀναστραφέντας ἀποδεῖξαι, μήποτε οὐ β αι ὸν ἐ