Ancient Greek
Column 36
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 36
Not analysed yet
π αγγέλληται πρᾶγμα. τετευχότας γὰρ αὐτοῦ, οὗ θέλουσιν, παραστήσει, τεχνικῶς δὲ τοὺς οὐ τεχνίτας ἀνεστραμμένους οὐ παραστήσει. νὴ Δία μᾶλλον τῶν οὐ τεχνιτῶν τοῦ τέλους τυγ χάνουσιν οἱ παρατετηρηκότες ἐπιτεύγματα καὶ ἀποτεύγματα. καὶ γὰρ οἱ τριβὴν ἔν τινι καὶ πολλὴν ἄσκησιν ἐπενηνενγμένοι τυγ χάνουσι τῶν τελῶν καὶ διὰ παντός, ἀλλ' οὐχὶ τῶν ἀσκητῶν μᾶλλον. προσέτι γε τῶν ἀνασ κήτων οὐδὲ εἷς τυγχάνει τὸ σύνολον, ἀλ λ' οὐ διὰ τὴν αἰτίαν ταύτην τέχνην τις αὐτὴν εἶναι παραστήσει· καὶ τὸ φάναι δὲ τὰς πλείστας τῶν ἀναγεγραμμένων τεχ νικῶν παραδόσεων μὴ κενοὺς ὑπάρχειν ἐπιζήτησιν ἔχει. πάσας γ ὰρ ἀλλ' οὐχὶ τὰς πλείστας οἵ γε περὶ τὸν Ἐπίκουρον δόξουσι λέγειν κενοτάτας ὥς γε πρὸς πολιτικῆς δυνάμεως παρασκευήν. οὐ μὴν ἀλλὰ περὶ τούτων διασαφηθήσεταί τι παρὰ ἡμῶν εἴ τι ἄδ η