Ancient Greek
Column 38
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 38
Not analysed yet
μένων, νῦ ν δεῖ τοῦ πρώτου κατατ ρέχειν· νοεῖται τοίνυν καὶ λέγεται τέχνη παρὰ τοῖς Ἕλλησι ν ἕξις ἢ διάθεσις ἀπὸ παρατηρήσεως τινῶν κοινῶν καὶ στοιχειωδῶν, ἃ διὰ πλειόνων διήκει τῶν ἐπὶ μέρους, καταλαμβάνουσά τι καὶ συντελοῦσα τοιοῦτον, οἷον ὁμοίως τῶν μὴ μαθόντων ἔνιοι, ἑστηκότως καὶ βεβαίως οὐδὲ στοχαστικῶς. ἀφείσθω γὰρ ἐπὶ τοῦ παρόντος, εἴτε συμφέρον εἴτ' οὐ συμφέρον τὸ γινόμενον πά ντως. ἀφείσθω δὲ καὶ εἰ κιονότερον καὶ ἰδιώτε ρον τέχνη λέγεται καὶ παρὰ τριβῆς πάντως καὶ πανόλως τὸ τοιοῦτον. αὐτὸ γάρ, ὃ πάσηι τῆι καθ' ὁνδήποτε τρόπον προ σαγορευομένηι τέχνηι πρόσεστι, τοῦτο ἐκθεῖναι βεβουλήμεθα καὶ δὴ προενηνέγμεθα. καὶ ταῖς ἑστηκυίαις γέ τε καὶ παγίοις ἐπιστήμαις ὥσπερ γρα μματιςτικῆι καὶ μουσικ ῆι καὶ ζωγραφίαι καὶ πλαστικῆι πρόσεστιν τὸ