Ancient Greek
Column 39
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 39
Not analysed yet
διά τινος παρατηρήσεως στοιχείων τινῶν διηκόντων δῑὰ πλειόνων τῶν κατὰ μέρος καταλαμβάνειν ἕκαστον καὶ δημιουργεῖν, καὶ ταῖς οὐκ ἐχούσαις τὸ ἑστηκὸς ἀλλὰ τὸ στοχαστικὸν τοῦτ' ἐξ ἀνάγκης ἴδιον πρόσεστιν τὸ κοινῶν τινων κατοχὴν ἔ χειν διατεινόντων εἰς τὰ κατὰ μέρος, οἷς οὐδεπώποτ', ἐὰν οὕτω τύχηι, γέγονεν ἐγκύρησις, κἂν μὴ διὰ παντὸς ἀκολουθῆι τὸ τέλος τοῖς τῆς ἐπιστήμης παραγγέλμασι καὶ ποήμασιν, διὰ τὸ μηδ' εἶναι τοῦ πάντως τὴν στοχαστικὴν μέθοδον, ἀλλὰ τοῦ κατὰ τὸ πλεῖστον ἢ τοῦ μᾶλλον τῶν ἀτέχνων. οἷον, κἂν τυγχάνηι τις τοῦ τέλους ἐπί τινων ἢ μ ή, μέντοι γε ἀπὸ τῆς διαθέσεως τῆς τῶν κοινῶν καὶ στοιχειωδ ῶν ἐντευκτικῆς ἐπὶ τ ὴν ἀπεργασίαν παραλλ άξαι τῶν κατὰ μέρος, φανείη μὲν ἀπὸ τέχνης οὐ τετευ