Ancient Greek
Column 43
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 43
Not analysed yet
ἃς νῦν φαμεν εἶν αι τέχνας, τὸ τοιοῦτ' ἔχειν εἶδος ἐροῦμεν ὡ ς ἡ γραμματικὴ καὶ πλ αςτική, ταύτας δ', ἃς οὐ τέχνας, τὰς ἐστερημένας τοῦ τοιούτου, παρατηρητικὸν δ' ἔχειν εἶδος, οἷον ἀρ τίως ἐξηριθμησάμε θα, παραπλήσιον καὶ φθονήσομεν αὐταῖς. εἴδη δὲ τοιαῦτα καὶ τὰς ῥητορικὰς ἐναρμόττοντες, τὴν μὲν σοφιστικ ὴν τέχνην ἀποφαινόμεθα, τὴν δὲ πολιτικὴν οὐ τέχνην. ἂν δὲ συναναγ κάσηι τις ἡμᾶς προφέρ εσθαι τὰς ὀ ν ομασίας, τὴν μέν, ὡς ἐκτεθε ίκαμεν, ἰδιώματι κεχαράχθαι φήσομεν, τὴν δ' οὐ φήσομεν. καὶ πρὸς ταῦτα τοὺς ἀντιλέγοντας ἀπαντᾶν ἀξιώσομεν, καὶ ὥσ περ κατεστησάμεθα. ἀλλὰ νῦν ἐπ' ἐκεῖνο βαδίζωμεν, ὅτι τέχνην οὐχ ἡμεῖς λέγομεν τὴν σοφιστικήν, οἱ δὲ τὴν αἵρεσιν κτίσαντες ἡμῶν ἀντιφωνοῦσιν, καὶ τὴν πολιτικὴν ἱστορίαν τινὰ καὶ παρατήρησιν συνησκημένην οὐχ ἡμεῖς. ἀλλὰ κἀκεῖνο παραθήσομαι, ὅπου καὶ δι' ὧν ἐφαίνον