Ancient Greek
Column 44
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 44
Not analysed yet
το Ζήνωνι ταῦτα διασαφεῖσθαι· ὁ τοίνυν Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς, ὅτι μὲν διατελεῖ λέγων τὰ διδασκαλεῖα τῶν ῥητορικῶν καὶ τοὺς ἐκ τῶν διδασκαλείων κ αὶ τὰς δυνάμεις τὰ ς ἐκ τῶν διδασκαλείων, πρὸς δὲ τούτοις τὰς ἐκ τῶν διδασκαλείων εὐμορφίας, καὶ διότι καὶ πρα γματείαν αὐτῶν καὶ τὰς παραδόσεις καὶ παραγγελίας περί τε λόγου καὶ ἐνθυμημάτων καὶ τῶν ἄλλων, καὶ τἀνάλογα πάντα τούτοις, τί ἂν λέγοι τις; ἀλλὰ μὴν καὶ Ἕρμαρ χος ἐπὶ Μενεκλέους ἔν τινι πρὸς Θεοφείδην ἐπιστολῆι τὴν αὐτὴν ἐχε ι γνώμην. Ἀλεξίνο υ γὰρ ἐν τοῖς Π ερὶ ἀγωγῆς κατηγοροῦντος τῶν ῥητορικῶν σοφιστῶν, ὅτι πολλὰ ζητοῦσιν ἀχρήστως, ὧν ἐστι καὶ τὸ περὶ τὴν λέξιν αὐτῶν πραγμάτευμα καὶ τὸ περὶ τὴν μνήμην, καὶ ἐν οἷς ἐπιζητοῦσι λέγειν Ὅμηρον συμβέβηκεν ἐν τοῖς ἔπεσιν ὧν ἀρχὴ ἄστρα δὲ δὴ προβέβηκε, καὶ πε