Ancient Greek
Column 48
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 48
Not analysed yet
τουμ τοιτε ἄξιον ἐπιθαυμάζειν τοὺς ῥητορικοὺς ὡς χρησίμως πολιτευομένους οὐ κατ' αὐτὸ τὸ καινὸν ἕστηκεν ὁ λόγος αὐτοῦ. καὶ γὰρ μαγείρους καὶ καπήλους χρήσιμόν τι πράττειν ἡμῖν ὑπολαμβάνοιμεν ἄν, ἀλλὰ κ αλ ωιτηνασυμ β α τοιαύτην ο χε τ μη δυνατὰ τ διαι ων ωσπ αδια οφι α τα μονη της ρισ σ σνησωσ τε κατὰ τῆς τεκτονικῆς κ αὶ χαλκευτικῆς ψεύδεται, τούτους κτῆσθαι πόρον μικρὸν ἀλλ' ἀνα λαβεῖν αὐτὸν ῥαιδίως τι. καὶ γὰρ ἄγροικος ἄνθρωπος καὶ γραμμάτων ὅλως ἀνεπιστήμων οὐ ῥητορικῆς μόνον ἐμπειρίας ἔξω καθεστηκώς, ἱκανὸς ἐξευρεῖν τὰ δήμοις συμφέροντα καὶ διερμηνεῖσθαι σαφῶς. τὸ δὲ δὴ μὴ κατ' ἐπιστήμην περαίνεσθαί τινας τῶν ῥητο